Chapter 1 of 11

    Evangelion

    45 min read

    Chapter 1

    1 Ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος, ἐπὶ τῶν χρόνων Πειλάτου,

    2 κατῆλθεν ⟨ὁ Ἰησοῦς⟩ εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. [καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν]·

    3 [καὶ] ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.

    4 [καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ]

    5 Τί ἡμῖν καὶ σοί, Ἰησοῦ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά [σε] τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ.

    6 [καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.]

    7 [Καὶ ἦλθεν εἰς Ναζαρά, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν.]

    8 [καὶ εἶπεν πρὸς αὐτούς Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν].

    9 [καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν]·

    10 [αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο].

    11 [Δύνοντος δὲ τοῦ ἡλίου Ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς].

    12 [ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι] Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. [καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι].

    Chapter 2

    1 [Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν].

    2 [ὁ δὲ εἶπεν ὅτι] Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, [ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.]

    3 [[καὶ εἶδεν πλοῖα δύο ἑστῶτα παρὰ τὴν λίμνην ⟨Γεννησαρέτ⟩· οἱ δὲ ἁλεεῖς ἀπ’ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα.]]

    4 [[ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους.]]

    5 [[ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.]]

    6 [[καὶ ἀποκριθεὶς Σίμων εἶπεν Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα.]]

    7 [καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερήσσετο δὲ τὰ δίκτυα αὐτῶν.]

    8 [[καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθαν, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.]]

    9 [ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.]

    10 [θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον],

    11 [ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάνην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς] Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.

    12 [καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ].

    13 [Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.]

    14 [καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ].

    15 [καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ] ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς, ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν.

    16 [Καὶ ἐγένετο ἐν] ⟨ἑνὶ⟩ [τῶν] ⟨σαββάτων⟩ [καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.]

    17 [καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ].

    18 [[καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.]]

    19 [καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.]

    20 [καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας;] τίς [δύναται] ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ Θεός;

    21 [[ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν εἶπεν Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;]]

    22 [[τί ἐστιν εὐκοπώτερον, εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν Ἔγειρε καὶ περιπάτει;]]

    23 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, [εἶπεν τῷ παραλελυμένῳ Σοὶ λέγω,] ἔγειρε καὶ ⸢ἆρον τὸν κράβαττόν⸣ σου [πορεύου εἰς τὸν οἶκόν σου].

    24 [καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.]

    25 [Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευεὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ Ἀκολούθει μοι].

    25a [[Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευεὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι.]]

    25b [[καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;]]

    26 [καὶ ὁ Ἰησοῦς εἶπεν Οὐ χρείαν ἔχουσιν] οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες.

    Chapter 3

    1 [Οἱ δὲ εἶπαν πρὸς αὐτόν] ⟨Διὰ τί⟩ [οἱ μαθηταὶ Ἰωάνου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;]

    2 [ὁ δὲ Ἰησοῦς εἶπεν] Μὴ ⸢δύνανται οἱ υἱοὶ⸣ τοῦ νυμφῶνος, [ἐν ᾧ] ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν, νηστεῦσαι;

    3 [ἐλεύσονται δὲ ἡμέραι, καὶ] ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, [τότε] νηστεύσουσιν [ἐν ἐκείναις ταῖς ἡμέραις].

    4 [καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς]· [εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται]·

    5 [ἀλλὰ] βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς νέους, καὶ ἀμφότεροι συντηροῦνται.

    6 [Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα] ⟨ῥάκους ἀγνάφου⟩ [ἐπὶ] ⟨ἱματίῳ παλαιῷ⟩· [εἰ δὲ μήγε, καὶ τὸ] ⟨πλήρωμα αἴρει⟩ [καὶ τῷ παλαιῷ οὐ συμφωνήσει·] ⟨μεῖζον γὰρ σχίσμα γενήσεται⟩.

    7 [Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν].

    8 [τινὲς δὲ τῶν Φαρισαίων εἶπαν Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν];

    9 [καὶ ἀποκριθεὶς εἶπεν ὁ Ἰησοῦς] Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησεν Δαυεὶδ [ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες];

    10 εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ [καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;]

    11 [Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά].

    12 [παρετηροῦντο δὲ αὐτὸν οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ].

    13 [[αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη.]]

    14 [εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτῶ ὑμᾶς] εἰ ἔξεστιν [τῷ σαββάτῳ] ἀγαθοποιῆσαι ἢ ⸢μή⸣, ψυχὴν σῶσαι ἢ ἀπολέσαι; [καὶ περιβλεψάμενος πάντας αὐτοὺς]

    15 [εἶπεν αὐτῷ Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. καὶ ἔλεγεν αὐτοῖς] Κύριός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

    16 [Ἐγένετο δὲ ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ.]

    17 [καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν],

    18 [Σίμωνα, ὃν καὶ ὠνόμασεν, Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον καὶ Ἰωάνην], [καὶ Φίλιππον καὶ Βαρθολομαῖον],

    19 [[καὶ Μαθθαῖον καὶ Θωμᾶν, καὶ Ἰάκωβον Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,]]

    20 [καὶ Ἰούδαν Ἰακώβου, καὶ] Ἰούδαν Ἰσκαριώθ, ὃς ἐγένετο προδότης,

    21 [καὶ καταβὰς] ἐν αὐτοῖς [ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Τύρου] ⟨καὶ τῆς περαίας καὶ ἄλλων πόλεων⟩.

    22 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ.

    23 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ [εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν] Μακάριοι οἱ πτωχοί, ὅτι ⸢αὐτῶν⸣ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.

    24 μακάριοι οἱ πεινῶντες, ὅτι ⸢χορτασθήσονται⸣. μακάριοι οἱ κλαίοντες, ὅτι ⸢γελάσουσιν⸣.

    25 μακάριοι ⸢ἔσεσθε⸣ ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.

    26 κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ⟨ὑμῶν⟩.

    26a [Πλὴν] οὐαὶ [ὑμῖν] τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.

    27 οὐαὶ [ὑμῖν], οἱ ἐμπεπλησμένοι [νῦν,] ὅτι πεινάσετε. [οὐαί], οἱ γελῶντες νῦν, ὅτι πενθήσετε [καὶ κλαύσετε].

    28 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι· κατὰ [τὰ αὐτὰ γὰρ] ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

    29 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, [καλῶς ποιεῖτε] τοῖς μισοῦσιν ὑμᾶς,

    30 εὐλογεῖτε [τοὺς καταρωμένους ὑμᾶς], προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.

    31 [τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ] ἐάν τίς σου ἄρῃ τὸ ἱμάτιον, πρόσθες αὐτῷ καὶ τὸν χιτῶνα.

    32 παντὶ αἰτοῦντί σε δίδου, [καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει].

    33 καὶ καθὼς θέλετε ⸢ὑμῖν γίνεσθαι παρὰ ἀνθρώπων⸣, ποιεῖτε αὐτοῖς [ὁμοίως].

    34 καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε ⸢ἀπολαβεῖν⸣, ποία ὑμῖν χάρις ἐστίν; [καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα.]

    35 [πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς,] καὶ ἔσεσθε υἱοὶ ⸢Θεοῦ⸣, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.

    36 Γίνεσθε οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν ⸢ᾤκτειρεν ὑμᾶς⸣.

    37 [καὶ] μὴ κρίνετε, ⸢ἵνα⸣ μὴ κριθῆτε· [καὶ] μὴ καταδικάζετε, ⸢ἵνα⸣ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε·

    38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον ⸢καὶ⸣ ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ⸢τῷ αὐτῷ μέτρῳ ᾧ⸣ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

    39 [Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται];

    40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον· [κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ].

    41 [Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν].

    42 [Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν].

    43 [ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ].

    44 Τί [δέ με καλεῖτε] Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;

    45 [[Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς,]]

    46 [[ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν.]]

    Chapter 4

    1 [[Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.]]

    2 [[Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.]]

    3 [[ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.]]

    4 [[ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ Κύριε, μὴ σκύλλου· οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·]]

    5 [[διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.]]

    6 [[καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο, καὶ ποιεῖ.]]

    7 [ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν] Λέγω δὲ ὑμῖν, ⸢τοιαύτην⸣ πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον.

    8 [ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως] ⟨Ναΐν⟩, [καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.]

    9 [[καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ Μὴ κλαῖε.]]

    10 [καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.]

    11 [καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.]

    12 [ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες ὅτι] Προφήτης μέγας ⸢προῆλθεν⸣ ἐν ἡμῖν, καὶ [ὅτι] Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

    13 [[καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.]]

    14 [Καὶ ἀπήγγειλαν Ἰωάνει περὶ πάντων τούτων]· ⟨ὁ δὲ ἐσκανδαλίσθη⟩. [καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάνης]

    15 [ἔπεμψεν πρὸς τὸν Κύριον λέγων] Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;

    16 [καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάνει ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·]

    16a [καὶ μακάριός ἐστιν] ⟨Ἰωάνης⟩ [ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.]

    17 [Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάνου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάνου] Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; [κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;]

    18 [ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.]

    19 αὐτός ἐστιν περὶ οὗ γέγραπται Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.

    19a [λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάνου οὐδείς ἐστιν·] ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ [τοῦ Θεοῦ] μείζων αὐτοῦ ἐστιν.

    20 [Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ]· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.

    21 [καὶ ἰδοὺ] γυνὴ [ἥτις ἦν ἐν τῇ πόλει] ἁμαρτωλός, [καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου]

    21a [καὶ] στᾶσα ὀπίσω παρὰ τοὺς πόδας [αὐτοῦ κλαίουσα], τοῖς δάκρυσιν [ἤρξατο βρέχειν] τοὺς πόδας [αὐτοῦ, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμασσεν], καὶ κατεφίλει [τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ].

    22 [[ἰδὼν δὲ ⟨Σίμων Πέτρος⟩ εἶπεν ἐν ἑαυτῷ λέγων Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.]]

    23 [καὶ στραφεὶς] ⟨ὁ Ἰησοῦς⟩ [πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη Βλέπεις ταύτην τὴν γυναῖκα;] αὕτη [δὲ] τοῖς δάκρυσιν ἔβρεξεν τοὺς πόδας μου,

    24 καὶ ἤλειψεν καὶ κατεφίλει.

    25 [οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ.]

    26 [εἶπεν δὲ αὐτῇ Ἀφέωνταί σου αἱ ἁμαρτίαι.]

    27 Ἡ πίστις σου σέσωκέν σε· [πορεύου εἰς εἰρήνην.]

    28 [καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,]

    28a [καὶ γυνὴ ἐπιτρόπου Ἡρῴδου καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν] ⟨αὐτῷ⟩ [ἐκ τῶν ὑπαρχόντων αὐταῖς].

    29 [Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν] ⟨ὁ Ἰησοῦς⟩ [διὰ παραβολῆς]

    30 [[Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ κατέφαγεν αὐτό.]]

    31 [[καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.]]

    32 [[καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συνφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.]]

    33 [καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει] Ὁ ἔχων ὦτα ἀκουέτω.

    34 [Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.]

    35 [οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.]

    35a βλέπετε [οὖν] πῶς ἀκούετε· ὃς ἂν [γὰρ] ἔχῃ, δοθήσεται αὐτῷ, [καὶ] ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.

    35b [ἀπηγγέλη δὲ αὐτῷ] Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν [θέλοντές] σε.

    36 [ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς] ⸢Τίς μου ἡ μήτηρ καὶ τίνες μου οἱ ἀδελφοί; εἰ μὴ⸣ οἱ ⸢τοὺς λόγους μου⸣ ἀκούοντες καὶ ποιοῦντες.

    37 [Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.]

    38 πλεόντων [δὲ] αὐτῶν ἀφύπνωσεν. [καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.]

    39 [προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες ἐπιστάτα, ἀπολλύμεθα.] ὁ δὲ ἐγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ· [καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη].

    40 [εἶπεν δὲ αὐτοῖς Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους] Τίς [ἄρα] οὗτός ἐστιν, [ὅτι] καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ [τῷ ὕδατι], [καὶ ὑπακούουσιν αὐτῷ];

    Chapter 5

    1 [[Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.]]

    2 [[ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ⟨ὃς εἶχεν δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο⟩, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.]]

    3 [ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; δέομαί σου, μή με βασανίσῃς].

    4 [ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς Τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν].

    5 [καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν].

    6 [ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς].

    7 Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι.

    8 καὶ γυνὴ [οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι],

    9 [προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς].

    10 καὶ εἶπεν ὁ κύριος Τίς μου ἥψατο; [ἀρνουμένων δὲ πάντων] ⟨εἶπαν οἱ μαθηταί⟩ [Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν].

    11 [ὁ δὲ Ἰησοῦς εἶπεν] Ἥψατό μού τις· καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ.

    12 [[ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.]]

    13 [ὁ δὲ εἶπεν αὐτῇ Θυγάτηρ], ἡ πίστις σου σέσωκέν σε· [πορεύου εἰς εἰρήνην.]

    14 Συνκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν·

    15 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι,

    16 [καὶ εἶπεν πρὸς αὐτούς Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν].

    17 [καὶ ὅσοι ἂν] μὴ δέχωνται ὑμᾶς, [ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης] τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν [ὑμῶν] ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς.

    18 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ πόλεις καὶ κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

    19 [Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάνης ἠγέρθη ἐκ νεκρῶν],

    20 [ὑπό τινων δὲ ὅτι Ἡλείας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη].

    21 [[εἶπεν δὲ Ἡρῴδης Ἰωάνην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.]]

    22 [[Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς ⟨τόπον ἔρημον πόλεως καλουμένης⟩ Βηθσαϊδά.]]

    23 [[οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.]]

    24 [Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν].

    25 [εἶπεν δὲ πρὸς αὐτούς Δότε αὐτοῖς φαγεῖν ὑμεῖς. οἱ δὲ εἶπαν Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα].

    26 [ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.]

    27 [λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας], ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν ἐπ’ αὐτοὺς [καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ].

    28 [καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα].

    29 [Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι,] ⟨τὸν Υἱὸν τοῦ ἀνθρώπου⟩;

    30 λέγουσιν οἱ μαθηταί Ἰωάνην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἡλείαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.

    31 εἶπεν δὲ αὐτοῖς Ὑμεῖς δὲ τίνα [με λέγετε εἶναι]; ἀποκριθεὶς δὲ Πέτρος εἶπεν [Σὺ εἶ ὁ Χριστός.]

    32 [ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν] μηδενὶ λέγειν τοῦτο,

    33 λέγων Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν ⸢καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ⸣ [ἀρχιερέων] καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι.

    34 ὃς [γὰρ] ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς [δ’] ἂν ἀπολέσῃ [τὴν ψυχὴν αὐτοῦ] ἕνεκεν ἐμοῦ, [οὗτος] σώσει αὐτήν.

    35 ὃς [γὰρ] ἂν ἐπαισχυνθῇ με, ⸢κἀγὼ ἐπαισχυνθήσομαι αὐτόν⸣.

    36 [Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.]

    37 [καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων].

    38 καὶ ἰδοὺ δύο ἄνδρες συνελάλουν αὐτῷ, Μωϋσῆς καὶ Ἡλείας,

    39 ἐν δόξῃ ⟨αὐτοῦ⟩.

    39a [ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδαν τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ].

    40 [καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν Ἐπιστάτα,] Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἡλείᾳ, μὴ εἰδὼς ὃ λέγει.

    41 [ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.]

    42 [καὶ ἐγένετο] ἐκ τῆς νεφέλης φωνή· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε.

    43 [[καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.]]

    Chapter 6

    1 [[Ἐγένετο δὲ ⟨διὰ τῆς ἡμέρας κατελθόντα αὐτὸν⟩ ἀπὸ τοῦ ὄρους ⟨συνελθεῖν αὐτῷ ὄχλον πολύν⟩.]]

    2 [[καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν,]]

    3 [[καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόλις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν·]]

    4 [καὶ] ἐδεήθην τῶν μαθητῶν σου, [καὶ] οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό.

    5 [ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν] πρὸς αὐτούς Ὦ γενεὰ ἄπιστος, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς; ἕως πότε ἀνέξομαι ὑμῶν;

    6 [Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους]· ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.

    6a [Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.]

    7 [[ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ,]]

    8 [καὶ εἶπεν αὐτοῖς Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας].

    9 [καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ·]

    10 [καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.]

    11 [ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάνης εἶπαν Κύριε, Θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς]; ⟨ὡς καὶ Ἠλίας ἐποίησεν⟩;

    12 [στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς,] ⟨καὶ εἶπεν Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς⟩.

    13 [Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν] Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.

    14 [καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ].

    15 [Εἶπεν δὲ πρὸς] ⟨Φίλιππον⟩ [Ἀκολούθει μοι. ὁ δὲ εἶπεν] ⟨Κύριε,⟩ [ἐπίτρεψόν μοι πρῶτον ἀπελθόντι θάψαι τὸν πατέρα μου].

    16 [εἶπεν δὲ αὐτῷ] Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ [ἀπελθὼν] διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.

    17 [Εἶπεν δὲ καὶ ἕτερος Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου].

    18 [εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ Θεοῦ].

    19 [Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος ἑτέρους ἑβδομήκοντα] ⟨πρὸς τοῖς δώδεκα⟩, [καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι].

    20 [[ὑπάγετε· ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.]]

    21 μὴ βαστάζετε [βαλλάντιον, μὴ πήραν,] μὴ ὑποδήματα· [καὶ] μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.

    22 εἰς ἣν [δ’] ἂν εἰσέλθητε οἰκίαν, [πρῶτον] λέγετε Εἰρήνη [τῷ οἴκῳ τούτῳ].

    23 [ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἔσθοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν]· ἄξιος [γὰρ] ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. [μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.]

    24 [καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,]

    25 [καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς] Ἤγγικεν [ἐφ’ ὑμᾶς] ἡ βασιλεία τοῦ Θεοῦ.

    26 [εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε καὶ] μὴ δέχωνται ὑμᾶς, [ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς] εἴπατε

    27 [Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν] ⟨εἰς μαρτύριον⟩· πλὴν [τοῦτο] γινώσκετε, [ὅτι] ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ.

    28 [Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ] ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· [ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με].

    28a [ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει].

    29 [Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ εἶπεν] Εὐχαριστῶ σοι καὶ ἐξομολογοῦμαι, Κύριε τοῦ οὐρανοῦ, ὅτι ⸢ἅτινα ἦν κρυπτὰ σοφοῖς καὶ συνετοῖς⸣ ἀπεκάλυψας νηπίοις· ναί, ὁ Πατήρ, [ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου].

    30 πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός, [καὶ] οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱός, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ καὶ ᾧ ἐὰν ὁ Υἱὸς ⸢ἀποκαλύψῃ⸣.

    31 [Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν] Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.

    32 λέγω γὰρ ὑμῖν ὅτι ⸢προφῆται οὐκ εἶδαν ἃ ὑμεῖς βλέπετε⸣.

    33 [Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων Τί ποιήσας ζωὴν κληρονομήσω;]

    34 [ὁ δὲ εἶπεν πρὸς αὐτόν] Ἐν τῷ νόμῳ τί γέγραπται; [πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν]

    35 Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ [ἐν] ὅλῃ τῇ ψυχῇ σου καὶ [ἐν] ὅλῃ τῇ ἰσχύϊ σου.

    36 [εἶπεν δὲ αὐτῷ] Ὀρθῶς εἶπες· τοῦτο ποίει καὶ ζήσῃ.

    Chapter 7

    1 [Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν] Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάνης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.

    2 [εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε, λέγετε] Πάτερ, ⟨ἐλθέτω τὸ ἅγιον πνεῦμά σου ἐφ’ ἡμᾶς καὶ καθαρισάτω ἡμᾶς⟩· [ἐλθάτω ἡ βασιλεία σου]·

    3 τὸν ἄρτον σου τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν·

    4 [καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ] ⟨μὴ ἄφες ἡμᾶς εἰσενεχθῆναι⟩ [εἰς πειρασμόν].

    5 [Καὶ εἶπεν πρὸς αὐτούς] Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου [καὶ εἴπῃ αὐτῷ Φίλε, χρῆσόν μοι] τρεῖς ἄρτους.

    6 [κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι].

    7 [λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναιδίαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει].

    8 [Κἀγὼ ὑμῖν λέγω,] αἰτεῖτε, καὶ δοθήσεται [ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν].

    8a [πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.]

    9 τίνα [δὲ] ἐξ ὑμῶν τὸν πατέρα [ὁ] υἱὸς αἰτήσει ⟨ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ⟩ ἰχθύν, [μὴ] ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;

    10 ἢ [καὶ αἰτήσει ᾠόν, μὴ ἐπιδώσει αὐτῷ] σκορπίον;

    11 εἰ οὖν ὑμεῖς πονηροὶ [ὑπάρχοντες] οἴδατε δόματα ἀγαθὰ [διδόναι τοῖς τέκνοις ὑμῶν], πόσῳ μᾶλλον ὁ Πατὴρ [ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν].

    12 ⟨Ταῦτα δὲ εἰπόντος αὐτοῦ προσφέρεται αὐτῷ δαιμονιζόμενος κωφός·⟩ [ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι]·

    13 [τινὲς δὲ ἐξ αὐτῶν εἶπαν] Ἐν Βεελζεβοὺλ [τῷ ἄρχοντι τῶν δαιμονίων] ἐκβάλλει τὰ δαιμόνια.

    14 [[αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.]]

    15 [εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.]

    16 εἰ [δὲ] ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;

    17 εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα [ἔφθασεν] ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.

    18 [ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ]·

    19 [ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν].

    20 [Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ] Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ [οὓς ἐθήλασας].

    21 [αὐτὸς δὲ εἶπεν] Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ ⸢ποιοῦντες⸣.

    22 [Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν] Ἡ γενεὰ αὕτη σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.

    23 [Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν], ⟨ἵνα πᾶσι λάμπῃ⟩.

    24 [Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν].

    25 [ὁ δὲ Φαρισαῖος] ⟨διακρινόμενος ἐν ἑαυτῷ⟩ [ἐθαύμασεν] ⟨διὰ τί⟩ [οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου].

    26 [εἶπεν δὲ ὁ Κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι] τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.

    27 [ἄφρονες,] οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;

    28 [πλὴν] τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ [ἰδοὺ] πάντα καθαρὰ ⸢ἔσται ὑμῖν⸣.

    29 [ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ] παρέρχεσθε τὴν κλῆσιν [καὶ τὴν ἀγάπην] τοῦ Θεοῦ.

    30 [οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε] τὴν πρωτοκαθεδρίαν [ἐν ταῖς συναγωγαῖς καὶ] τοὺς ἀσπασμοὺς [ἐν ταῖς ἀγοραῖς].

    31 [ὁ δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι] φορτίζετε [τοὺς ἀνθρώπους] φορτία δυσβάστακτα, [καὶ] αὐτοὶ [ἑνὶ τῶν] δακτύλων [ὑμῶν] οὐ [προσψαύετε τοῖς φορτίοις].

    32 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.

    33 [ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε.]

    34 [οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε].

    Chapter 8

    1 [Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ] Προσέχετε [ἑαυτοῖς] ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.

    2 οὐδὲν δὲ συγκεκαλυμμένον [ἐστὶν] ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.

    3 [ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων].

    4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων ⸢ἐξουσίαν τινὰ ἐφ’ ὑμᾶς⸣.

    5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν. [ναί,] λέγω ὑμῖν, τοῦτον φοβήθητε.

    6 λέγω [δὲ] ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ⸢ὁμολογήσω⸣ ἐν αὐτῷ ἐνώπιον τοῦ Θεοῦ·

    7 [ὁ δὲ] ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τοῦ Θεοῦ.

    8 [καὶ πᾶς] ὃς ἐρεῖ [λόγον] εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ⸢ὃς δ’ ἂν εἴπῃ⸣ εἰς τὸ Ἅγιον Πνεῦμα οὐκ ἀφεθήσεται ⸢αὐτῷ⸣.

    9 [ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε]·

    10 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

    11 [Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν].

    12 [ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπε,] τίς με κατέστησεν κριτὴν ἐφ’ ὑμᾶς;

    13 [Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα].

    14 [[καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;]]

    15 [[καὶ εἶπεν Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου,]]

    16 [καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου].

    17 [εἶπεν δὲ αὐτῷ ὁ Θεός] Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν [ἀπὸ σοῦ]· ἃ δὲ ἡτοίμασας, [τίνι] ἔσται;

    18 [Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε].

    19 [ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος].

    20 [κατανοήσατε τοὺς κόρακας, ὅτι οὔτε σπείρουσιν οὔτε θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν].

    21 [κατανοήσατε τὰ κρίνα, πῶς οὔτε νήθει οὔτε ὑφαίνει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων].

    22 [εἰ δὲ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι].

    23 [καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·]

    24 ταῦτα γὰρ τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·

    25 ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.

    26 [Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν] ὁ Πατὴρ [δοῦναι ὑμῖν τὴν βασιλείαν].

    27 [Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι]·

    28 [καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.]

    29 [μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.]

    29a [κἂν ἐν τῇ] ἑσπερινῇ φυλακῇ [ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι].

    30 [τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ].

    31 [καὶ ὑμεῖς] γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

    32 [Εἶπεν δὲ ὁ Πέτρος Κύριε,] πρὸς ἡμᾶς τὴν παραβολὴν [ταύτην] λέγεις ἢ καὶ πρὸς πάντας;

    33 [καὶ εἶπεν ὁ Κύριος Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον];

    34 [μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως].

    35 [ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν].

    36 [ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι],

    37 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου [ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,] καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.

    38 [ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς]·

    39 [ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν].

    40 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, [καὶ τί θέλω εἰ ἤδη ἀνήφθη].

    41 δοκεῖτε [ὅτι] εἰρήνην ⸢ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν⸣; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.

    42 [ἀπὸ τοῦ νῦν] διαμερισθήσονται, πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην [αὐτῆς] καὶ νύμφη ἐπὶ τὴν πενθεράν.

    43 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ [οἴδατε] δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον [πῶς] οὐ [δοκιμάζετε];

    44 [Τί δὲ καὶ] ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;

    45 [ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ,] μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι, [καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν].

    46 [λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς].

    Chapter 9

    1 [Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.]

    2 [[καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα ὀκτώ, καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.]]

    3 [ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς εἶπεν αὐτῇ Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,]

    4 [καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνορθώθη, καὶ ἐδόξαζεν τὸν Θεόν].

    5 [ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου].

    6 [ἀπεκρίθη δὲ αὐτῷ ὁ Κύριος καὶ εἶπεν Ὑποκριταί,] ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;

    7 ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς [ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου];

    8 [[Ἔλεγεν οὖν Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;]]

    9 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν ἄνθρωπος ⸢ἔσπειρεν⸣ εἰς κῆπον ἑαυτοῦ, [καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ].

    10 [Καὶ πάλιν εἶπεν Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ];

    11 [ὁμοία ἐστὶν ζύμῃ, ἣν γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον].

    12 ⟨Ἔλεγεν δὲ⟩ [Ἀφ’ οὗ ἂν] ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, [καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν] Οὐκ οἶδα πόθεν ἐστέ.

    13 [τότε ἄρξεσθε λέγειν] Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·

    14 [καὶ ἐρεῖ λέγων ὑμῖν Οὐκ οἶδα πόθεν ἐστέ·] Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας.

    15 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ κρατουμένους ἔξω.

    16 [Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μή ποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι].

    17 [ἀλλ’ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς]·

    18 [καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.]

    19 [ὁ δὲ εἶπεν αὐτῷ] Ἄνθρωπός τις ἐποίει δεῖπνον, καὶ ἐκάλεσεν πολλούς,

    20 [καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν].

    21 [καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ] Ἀγρὸν ἠγόρασα, [καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον].

    22 [καὶ ἕτερος εἶπεν Ζεύγη] βοῶν ἠγόρασα [πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἔχε με παρῃτημένον].

    23 [καὶ ἕτερος εἶπεν] Γυναῖκα ἔγημα, [καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν].

    24 [καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε κινηθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε].

    25 [καὶ εἶπεν ὁ δοῦλος Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν].

    26 [καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος]·

    26a [λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου].

    27 [[Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφούς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.]]

    28 [[οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.]]

    Chapter 10

    1 [Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;]

    2 [καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων.]

    3 [λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.]

    4 [Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;]

    5 [οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι].

    6 [[Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.]]

    7 [καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.]

    8 [[εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.]]

    9 [ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.]

    10 [καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ Πόσον ὀφείλεις τῷ κυρίῳ μου;]

    11 [ὁ δὲ εἶπεν Ἑκατὸν βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.]

    12 [ἔπειτα ἑτέρῳ εἶπεν Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν Ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ Δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.]

    13 [[καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.]]

    14 Καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, [ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.]

    15 εἰ [οὖν] ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;

    16 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐχ ⸢εὑρέθητε⸣, τὸ ⸢ἐμὸν⸣ τίς δώσει ὑμῖν;

    17 [Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.] οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.

    18 [Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.]

    19 [καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων,] ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· [ὅτι] τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.

    20 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάνου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.

    21 εὐκοπώτερον [δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν] παρελθεῖν ἢ ⸢τῶν λόγων μου⸣ [μίαν κεραίαν πεσεῖν].

    22 [Πᾶς] ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν ⸢ὁμοίως μοιχός ἐστιν⸣.

    23 Ἄνθρωπος [δέ] τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς.

    24 πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος

    25 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ.

    26 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπ’ ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.

    27 ἐν τῷ Ἅιδῃ ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τῷ κόλπῳ αὐτοῦ.

    28 καὶ αὐτὸς φωνήσας εἶπεν Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.

    29 Ἀβραὰμ δὲ εἶπεν Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθὰ ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι.

    30 καὶ ἐν πᾶσι τούτοις μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ ἐνταῦθα διαβῆναι πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν ὧδε διαπερῶσιν.

    31 [εἶπεν δέ] Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὴν οἰκίαν τοῦ πατρός μου·

    32 ἔχω γὰρ ἐκεῖ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τοῦτον τὸν τόπον τῆς βασάνου.

    33 λέγει αὐτῷ Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.

    34 ὁ δὲ εἶπεν Οὐχί, πάτερ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.

    35 ὁ δὲ εἶπεν Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἤκουσαν, οὐδ’ ἄν τις ἐκ νεκρῶν ἀπέλθῃ ἀκούσουσιν αὐτοῦ.

    Chapter 11

    1 [Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν], οὐαὶ [δὲ δι’ οὗ ἔρχεται]·

    2 [λυσιτελεῖ] αὐτῷ ⸢εἰ οὐκ ἐγεννήθη, ἢ⸣ εἰ λίθος μυλικὸς [περίκειται] περὶ τὸν τράχηλον [αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν], ἢ [ἵνα] σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.

    3 [προσέχετε ἑαυτοῖς. ἐὰν] ἁμάρτῃ ὁ ἀδελφός [σου], ἐπιτίμησον [αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ].

    4 [καὶ ἐὰν] ἑπτάκις [τῆς ἡμέρας] ἁμαρτήσῃ εἰς σὲ [καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων Μετανοῶ,] ἀφήσεις [αὐτῷ].

    5 [Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἱερουσαλὴμ, καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρίας καὶ Γαλιλαίας.]

    6 [καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην δέκα λεπροὶ ἄνδρες ἔστησαν πόρρωθεν].

    7 [καὶ] ἀπέστειλεν αὐτοὺς λέγων Πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. πολλοὶ λεπροὶ ἦσαν ⸢ἐν τῷ Ἰσραὴλ⸣ ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου, καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. [καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν].

    8 [εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν],

    9 [καὶ ἔπεσεν παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης].

    10 [ὁ δὲ Ἰησοῦς εἶπεν Οὐχ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ];

    11 [οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος];

    12 [καὶ εἶπεν αὐτῷ Ἀναστὰς πορεύου]· ἡ πίστις σου σέσωκέν σε.

    13 [Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν] Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως,

    14 οὐδὲ ἐροῦσιν Ἰδοὺ ὧδε ⸢ἰδοὺ⸣ Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

    15 [Εἶπεν δὲ πρὸς τοὺς μαθητάς] Ἐλεύσονται ἡμέραι ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου [καὶ οὐκ ὄψεσθε].

    16 πρῶτον [δὲ] δεῖ [αὐτὸν] πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι.

    17 [καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου].

    18 [ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν.]

    19 μνημονεύετε τῆς γυναικὸς Λώτ.

    20 [Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν],

    21 [λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος].

    22 [χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου].

    23 ⟨εἶπεν δὲ ἐν ἑαυτῷ⟩ [Διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με].

    24 [[Εἶπεν δὲ ὁ Κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·]]

    25 [ὁ δὲ] Θεὸς [οὐ μὴ] ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ [τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς];

    26 ⟨Εἶπεν δὲ καὶ τὴν παραβολὴν ταύτην⟩· [Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης].

    27 [ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης]·

    28 [νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα ὅσα κτῶμαι].

    29 [ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ].

    30 [λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται].

    31 [ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων] Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία [τοῦ Θεοῦ].

    Chapter 12

    1 Εἶπέ τις πρὸς αὐτόν Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

    2 ὁ δέ· Μή με λέγε ἀγαθόν· εἷς ἐστιν ἀγαθός, ὁ Πατήρ.

    3 [ὁ δὲ ἔφη] Τὰς ἐντολὰς οἶδα [Μὴ φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα·]

    4 [Ταῦτα πάντα] ἐφύλαξα ἐκ νεότητος.

    5 [ἀκούσας ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ] Ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.

    5a [ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.]

    6 [[ὁ δὲ Ἰησοῦς εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσπορεύονται.]]

    7 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱερειχὼ καί τις τυφλὸς ἐπαιτῶν ἐκάθητο παρὰ τὴν ὁδόν.

    8 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί ἂν εἴη τοῦτο.

    9 ἀπηγγέλη δὲ αὐτῷ ὅτι Ἰησοῦς παρέρχεται.

    10 καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυείδ, ἐλέησόν με.

    10a [καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυείδ, ἐλέησόν με.]

    11 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν

    12 Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν Κύριε, ἵνα ἀναβλέψω.

    13 καὶ εἶπεν ὁ Ἰησοῦς Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.

    14 καὶ παραχρῆμα ἀνέβλεψεν, [καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ].

    15 [[Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος.]]

    16 [καὶ ὑπεδέξατο αὐτὸν χαίρων].

    17 [εἶπεν δὲ Ζακχαῖος πρὸς τὸν Κύριον Ἰδοὺ τὰ ἡμίσειά μου τῶν ὑπαρχόντων, Κύριε, τοῖς πτωχοῖς δίδωμι], καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.

    18 [εἶπεν δὲ ὁ Ἰησοῦς ὅτι] Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ [ἐγένετο·]

    19 ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.

    20 [Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.]

    21 [καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν Πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.]

    22 [καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τίς τί διεπραγματεύσατο.]

    23 [παρεγένετο δὲ ὁ πρῶτος λέγων Κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.]

    24 [καὶ εἶπεν αὐτῷ Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.]

    25 [καὶ ἦλθεν ὁ δεύτερος λέγων Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.]

    26 [εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.]

    27 [καὶ ὁ ἕτερος ἦλθεν λέγων Κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·]

    28 [ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας].

    29 [λέγει αὐτῷ Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα];

    30 [καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.]

    31 [[καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.]]

    32 [λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ] ⟨δοκεῖ ἔχειν⟩ [ἀρθήσεται].

    Chapter 13

    1 [Καὶ] ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ [τὸν λαὸν] ἐν τῷ ἱερῷ [ἐπέστησαν] ⟨οἱ Φαρισαῖοι⟩,

    2 [[καὶ εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;]]

    3 [ἀποκριθεὶς δὲ εἶπεν Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι]·

    4 [Τὸ βάπτισμα Ἰωάνου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων];

    5 [οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ, ἐρεῖ] Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;

    6 [ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάνην προφήτην εἶναι.]

    7 [καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.]

    8 [καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς] Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

    9 Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν.

    10 [καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;]

    11 [κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς]

    12 [Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν Καίσαρος].

    13 [ὁ δὲ εἶπεν πρὸς αὐτούς Τοίνυν] ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

    14 [Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν]

    15 [λέγοντες Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ].

    16 [ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος]·

    17 [ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον].

    18 [ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα].

    19 [καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς] Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,

    20 ⸢οὓς⸣ δὲ ⸢κατηξίωσεν ὁ Θεὸς⸣ τοῦ αἰῶνος ἐκείνου [τυχεῖν] καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·

    21 οὐδὲ [γὰρ] ἀποθανεῖν ἔτι ⸢μέλλουσιν⸣, ἰσάγγελοι [γάρ] εἰσιν, [καὶ υἱοί εἰσιν] Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ⸢γεγονότες⸣.

    22 [ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν] Διδάσκαλε, καλῶς εἶπας.

    23 [Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυεὶδ υἱόν];

    24 [αὐτὸς γὰρ Δαυεὶδ λέγει ἐν βίβλῳ ψαλμῶν Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου.]

    25 [Δαυεὶδ οὖν αὐτὸν Κύριον καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν];

    26 [ἐπηρώτησαν δὲ αὐτὸν] ⟨οἱ μαθηταὶ⟩ [λέγοντες Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι];

    27 [ὁ δὲ εἶπεν Βλέπετε μὴ πλανηθῆτε·] Πολλοὶ [γὰρ] ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ εἰμι ⸢ὁ Χριστός⸣, [καί Ὁ καιρὸς ἤγγικεν·] [μὴ πορευθῆτε ὀπίσω αὐτῶν].

    28 [ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε]· δεῖ [γὰρ] ταῦτα γενέσθαι [πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.]

    29 [Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν].

    30 [σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λοιμοὶ καὶ λιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται].

    31 πρὸ δὲ τούτων [πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου.]

    32 [ἀποβήσεται ὑμῖν] εἰς μαρτύριον ⸢καὶ εἰς σωτηρίαν⸣.

    33 [θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι]·

    34 [ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν].

    35 [παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν.]

    36 [καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου].

    37 ἐν ⸢δὲ⸣ τῇ ὑπομονῇ [ὑμῶν] ⸢σώσετε ἑαυτούς⸣.

    38 [Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς].

    39 [Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου],

    40 [ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται].

    41 καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ⸢ἀπὸ τῶν οὐρανῶν⸣ μετὰ δυνάμεως πολλῆς.

    42 ⸢τούτων δὲ γινομένων⸣ ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς [ὑμῶν], διότι [ἐγγίζει] ἡ ἀπολύτρωσις ὑμῶν.

    43 [Καὶ εἶπεν παραβολὴν αὐτοῖς Ἴδετε] τὴν συκῆν καὶ πάντα τὰ δένδρα·

    44 ὅταν προβάλωσιν ⸢τὸν καρπὸν αὐτῶν, γινώσκουσιν οἱ ἄνθρωποι⸣ [ὅτι] τὸ θέρος ⸢ἤγγικεν⸣·

    45 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε [ὅτι] ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.

    46 [ἀμὴν λέγω ὑμῖν ὅτι] οὐ μὴ παρέλθῃ ⸢ὁ οὐρανὸς καὶ ἡ γῆ⸣ [ἕως ἂν] πάντα [γένηται].

    47 [ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται].

    48 [Προσέχετε δὲ ἑαυτοῖς] μή ποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη

    49 ὡς παγίς· [ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς].

    Chapter 14

    1 [Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.]

    2 [Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα.]

    2a [[⟨Ἰούδας⟩ δὲ ⟨ὁ καλούμενος Ἰσκαριώτης, ὢν⟩ ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,]]

    3 [καὶ ἀπελθὼν] συνελάλησεν τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.

    4 [καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.]

    5 καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς Ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ πάσχα.

    6 Καὶ ἀνέπεσεν, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.

    7 καὶ εἶπεν [πρὸς αὐτούς] Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν.

    8 [καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων] Τοῦτό ἐστιν τὸ σῶμά μου [τὸ ὑπὲρ ὑμῶν διδόμενον.]

    9 [καὶ τὸ ποτήριον ὡσαύτως, λέγων Τοῦτο τὸ ποτήριον ἡ διαθήκη ἐν τῷ αἵματί μου.]

    10 [ὅτι ὁ Υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν] οὐαὶ [ἐκείνῳ] δι’ οὗ παραδίδοται ⸢ὁ Υἱὸς τοῦ ἀνθρώπου⸣.

    11 [ὁ δὲ] ⟨Πέτρος⟩ [εἶπεν αὐτῷ Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι].

    12 [ὁ δὲ εἶπεν Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ μὴ εἰδέναι.]

    Chapter 15

    1 [καὶ αὐτὸς] ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο.

    2 [[καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς εὗρεν κοιμωμένους τοὺς μαθητὰς ἀπὸ τῆς λύπης,]]

    3 [[καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.]]

    4 [Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς,] καὶ ἤγγισεν καταφιλῆσαι αὐτόν.

    5 [Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;]

    6 [[Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.]]

    7 [[ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν.]]

    8 [[ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν.]]

    9 [[καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε, οὐκ εἰμί.]]

    10 [[καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.]]

    11 [[εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.]]

    12 [[καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.]]

    13 [Καὶ οἱ ἄνδρες] οἱ συνέχοντες [αὐτὸν] ἐνέπαιζον [αὐτῷ] δέροντες καὶ τύπτοντες,

    14 καὶ λέγοντες Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;

    15 [Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,]

    16 [λέγοντες] Εἰ σὺ εἶ ὁ Χριστός, [εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς] Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·

    17 ἀπὸ τοῦ νῦν [δὲ] ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.

    18 [εἶπαν δὲ πάντες] Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ; [ὁ δὲ πρὸς αὐτοὺς ἔφη] Ὑμεῖς λέγετε.

    19 [Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον.]

    20 [ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες] Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας [καὶ] κελεύοντα φόρους μὴ δοῦναι καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα, [καὶ] λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα [εἶναι].

    21 [ὁ δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων] Σὺ εἶ ⸢ὁ Χριστός⸣; [ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη] Σὺ λέγεις.

    22 [[ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.]]

    23 [[οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.]]

    24 [[Πειλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,]]

    25 [καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.]

    26 [ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον.]

    27 [ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.]

    28 [ἀνέκραγον δὲ πανπληθεὶ λέγοντες Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.]

    29 [ἀπέλυσεν δὲ] ⟨ὁ Πειλᾶτος⟩ [τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.]

    30 [Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.]

    31 Καὶ [ὅτε ἦλθον ἐπὶ τὸν] τόπον [τὸν καλούμενον Κρανίον, ἐκεῖ] ἐσταύρωσαν αὐτὸν [καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν].

    32 [ὁ δὲ Ἰησοῦς ἔλεγεν Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]

    33 [Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης],

    34 [τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.]

    35 καὶ φωνήσας φωνῇ μεγάλῃ [ὁ Ἰησοῦς εἶπεν Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν] ἐξέπνευσεν.

    Chapter 16

    1 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ [βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος,]

    2 [οὗτος οὐκ ἦν συνκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν, ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ Θεοῦ.]

    3 [οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ],

    4 [καὶ] καθελὼν τὸ σῶμα ἐνετύλιξεν σινδόνι, καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ, [οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.]

    5 [[Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,]]

    6 ὑποστρέψασαι [δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ] τὸ [μὲν] σάββατον ἡσύχασαν κατὰ τὸν νόμον,

    7 [τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν.]

    8 [εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.]

    9 [καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ]·

    10 [ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν,] εἶπαν [πρὸς αὐτάς] Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

    11 ἠγέρθη. μνήσθητε ὅσα ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,

    12 λέγων ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.

    13 [καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς].

    14 [καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς].

    15 [Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς.]

    16 [καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συνζητεῖν, καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς]·

    17 [οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν].

    18 [[εἶπεν δὲ πρὸς αὐτούς Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί.]]

    19 [ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν Σὺ μόνος παροικεῖς Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις];

    20 [καὶ εἶπεν αὐτοῖς Ποῖα; Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ;]

    21 [οἱ δὲ εἶπαν αὐτῷ] Ἡμεῖς δὲ ⸢ἐνομίζομεν⸣ [ὅτι] αὐτός ἐστιν ⸢ὁ⸣ [μέλλων λυτροῦσθαι τὸν] Ἰσραήλ.

    22 [καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς] Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ⸢ἐλάλησεν⸣ ὑμῖν,

    23 [[ὅτι ἔδει ταῦτα παθεῖν τὸν Χριστόν.]]

    24 [[Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.]]

    25 [[καὶ παρεβιάσαντο αὐτὸν λέγοντες Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.]]

    26 [καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς]·

    27 αὐτῶν [δὲ] ἠνεῴχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν.

    28 [πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν].

    29 [καὶ εἶπεν αὐτοῖς] Τί τεταραγμένοι ἐστέ; καὶ [ἵνα] τί διαλογισμοὶ ἀναβαίνουσιν [εἰς τὴν καρδίαν] ὑμῶν;

    30 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι ἐγώ εἰμι αὐτός· ὅτι πνεῦμα ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.

    31 [ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς Ἔχετέ τι βρώσιμον ἐνθάδε];

    32 [οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος·]

    33 [καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.]

    34 [[Εἶπεν δὲ πρὸς αὐτούς]]

    35 [κηρυχθῆναι εἰς πάντα τὰ ἔθνη.]