Chapter 10 of 13

    Greek Writers of the Fourth and Fifth Centuries

    33 min read

    In the Greek East the Marcionite churches lasted far longer than in the West. They were strong enough to keep houses of prayer of their own, which Constantine ordered taken from them, to hold whole villages in Syria, and to draw laws from emperors against them. This chapter gives the witnesses from the reign of Constantine to the middle of the fifth century: Constantine's edict against the heretics, preserved by Eusebius; Cyril of Jerusalem, who warned those he baptized against Marcionite churches; Epiphanius of Salamis on Cyprus, whose Medicine Chest against all heresies (in Greek, Panarion) was written around 375; the imperial law of 428; and Theodoret, bishop of Cyrrhus in Syria from 423 to about 460, who brought many Marcionite villages of his diocese into the church. Only the account of Marcion's life and church from the Panarion is given here. The rest of its long chapter on Marcion is the subject of our book Against Epiphanius.

    Constantine, Edict against the Heretics, in Eusebius, Life of Constantine 3.64–65

    Constantine issued this edict in the 320s, after he became sole emperor, and Eusebius gives it in full.

    Βασιλέως ἐπιστολὴ πρὸς τοὺς ἀθέους αἱρεσιώτας. «Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς αἱρετικοῖς. Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Νοουατιανοί, Οὐαλεντῖνοι, Μαρκιωνισταί, Παυλιανοί, οἵ τε κατὰ Φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοις ψεύσεσιν ἡ παρ’ ὑμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὅπως ἰοβόλοις τισὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι’ ὑμῶν.

    … Τοιγάρτοι ἐπειδὴ τὸν ὄλεθρον τοῦτον τῆς ὑμετέρας ἐξωλείας ἐπὶ πλεῖον φέρειν οὐκ ἔστιν οἷόν τε, διὰ τοῦ νόμου τούτου προαγορεύομεν, μή τις ὑμῶν συνάγειν ἐκ τοῦ λοιποῦ τολμήσῃ. διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους, ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προστετάχαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μηδ’ ἐν οἰκίᾳ ἰδιωτικῇ ἢ τόποις τισὶν ἰδιάζουσι τὰ τῆς δεισιδαίμονος ὑμῶν ἀνοίας συστήματα συντρέχειν. πλὴν ὅπερ ἐστὶ κάλλιον, ὅσοι τῆς ἀληθινῆς καὶ καθαρᾶς ἐπιμέλεσθε θρησκείας, εἰς τὴν καθολικὴν ἐκκλησίαν ἔλθετε καὶ τῇ ταύτης ἁγιότητι κοινωνεῖτε, δι’ ἧς καὶ τῆς ἀληθείας ἐφικέσθαι δυνήσεσθε. … ὑπὲρ δὲ τοῦ τῆς θεραπείας ταύτης καὶ ἀναγκαίαν γενέσθαι τὴν ἰσχὺν προσετάξαμεν, καθὼς προείρηται, ἅπαντα τὰ τῆς δεισιδαιμονίας ὑμῶν συνέδρια, πάντων φημὶ τῶν αἱρετικῶν τοὺς εὐκτηρίους, εἴ γε εὐκτηρίους ὀνομάζειν οἴκους προσήκει, ἀφαιρεθέντας ἀναντιρρήτως τῇ καθολικῇ ἐκκλησίᾳ χωρίς τινος ὑπερθέσεως παραδοθῆναι, τοὺς δὲ λοιποὺς τόπους τοῖς δημοσίοις προσκριθῆναι, καὶ μηδεμίαν ὑμῖν εἰς τὸ ἑξῆς τοῦ συνάγειν εὐμάρειαν περιλειφθῆναι …»

    A letter of the emperor to the godless heretics. “Victor Constantine, Greatest Augustus, to the heretics. Understand now by this legislation, you Novatians, Valentinians, Marcionites, Paulians, and you who are called after the Phrygians, and in a word all of you who fill out the heresies by your own assemblies, with how many lies your folly is entangled, and with what venomous poisons your teaching is bound up, so that through you the healthy are led into sickness and the living into everlasting death.

    … Therefore, since it is no longer possible to bear this ruin that your destruction brings, we give public notice by this law that none of you shall dare from now on to assemble. We have therefore also ordered that all your houses in which you fill out these assemblies be taken away. This care of ours goes so far that the gatherings of your superstitious madness may meet neither in public nor in a private house nor in any separate places. But, what is better, as many of you as care for the true and pure religion, come into the catholic church and share in its holiness, through which you will be able to reach the truth as well. … And so that the force of this remedy may also be compulsory, we have commanded, as was said before, that all the meeting places of your superstition, I mean the houses of prayer of all the heretics, if indeed they ought to be called houses of prayer, be taken away without dispute and handed over to the catholic church without any delay, that the other places be assigned to the public treasury, and that no opportunity of assembling be left to you from now on …”

    The Paulians are the followers of Paul of Samosata. Those “called after the Phrygians” are the Montanists.

    Cyril of Jerusalem, Catechetical Lectures 6.16: The Mouth of Godlessness

    Cyril, later bishop of Jerusalem, gave his lectures to those preparing for baptism around 350.

    Κήρινθος γὰρ τὴν Ἐκκλησίαν ἐλυμήνατο, καὶ Μένανδρος, καὶ Καρποκράτης· Ἐβιωναῖοί τε, καὶ Μαρκίων, τὸ τῆς ἀθεότητος στόμα. ὁ γὰρ θεοὺς διαφόρους ἀναγορεύσας, ἄλλον τὸν ἀγαθὸν καὶ ἄλλον τὸν δίκαιον, ἀντιφθέγγεται τῷ Υἱῷ λέγοντι· Πάτερ δίκαιε. Καὶ ὁ λέγων πάλιν ἄλλον τὸν Πατέρα, καὶ ἄλλον τὸν ποιητὴν τοῦ κόσμου, ἐναντιοῦται τῷ Υἱῷ λέγοντι· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον πυρὸς βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι· καί· Ὅστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὗτος πάλιν ἄλλης κακίας εὑρετὴς δευτέρως ὁ Μαρκίων. ὑπὸ γὰρ τῶν κειμένων ἀπὸ τῆς Παλαιᾶς ἐν τῇ Καινῇ Διαθήκῃ μαρτυριῶν ἐλεγχόμενος, πρῶτος ἐτόλμησεν ἐκκόψαι τὰς μαρτυρίας, καὶ ἀμάρτυρον ἀφεῖναι τὸν καταγγελλόμενον λόγον τῆς πίστεως, καταλείψας τὸν Θεόν· καὶ ὡς κηρύκων μὴ ὄντων, σαθρὰν ἠθέλησε ποιήσασθαι τῆς Ἐκκλησίας τὴν πίστιν.

    For Cerinthus ravaged the church, and Menander, and Carpocrates; and the Ebionites, and Marcion, the mouth of godlessness. For he who proclaimed different gods, one the good and another the just, contradicts the Son when he says, “Righteous Father.” And he who says, again, that the Father is one and the maker of the world another, opposes the Son when he says, “If God so clothes the grass of the field, which is here today and tomorrow is thrown into the oven”; and, “who makes his sun rise on the evil and the good, and sends rain on the just and the unjust.” This Marcion, in the second place, invented another evil as well. For when he was refuted by the testimonies from the Old Testament that stand in the New, he was the first who dared to cut those testimonies out, and to leave the preached word of the faith without witness, having abandoned God; and as though there had been no heralds, he wished to make the faith of the church rotten.

    Cyril of Jerusalem, Catechetical Lectures 16.7 and 18.26: The Marcionite Churches

    Μισείσθωσαν καὶ Μαρκιωνισταί, οἱ περιελόντες τὰ ῥήματα τῆς Παλαιᾶς Διαθήκης ἀπὸ τῆς Καινῆς.

    Ἐπειδὴ δὲ τὸ τῆς Ἐκκλησίας ὄνομα περὶ διαφόρων λέγεται πραγμάτων· ὡς καὶ περὶ τοῦ ὄχλου τοῦ ἐν τῷ θεάτρῳ τῶν Ἐφεσίων γέγραπται· Καὶ ταῦτα εἰπών, ἀπέλυσε τὴν ἐκκλησίαν· κυρίως δὲ ἄν τις εἴποι καὶ ἀληθῶς ἐκκλησίαν εἶναι πονηρευομένων, τὰ συστήματα τῶν αἱρετικῶν, Μαρκιωνιστῶν λέγω καὶ Μανιχαίων καὶ τῶν λοιπῶν· διὰ τοῦτό σοι νῦν ἠσφαλισμένως παρέδωκεν ἡ Πίστις τό· Καὶ εἰς μίαν, ἁγίαν, καθολικὴν Ἐκκλησίαν· ἵνα ἐκείνων μὲν τὰ μιαρὰ συστήματα φεύγῃς, παραμένῃς δὲ τῇ ἁγίᾳ καθολικῇ Ἐκκλησίᾳ διὰ παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης. Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς ἐξέταζε, ποῦ τὸ Κυριακόν ἐστι (καὶ γὰρ αἱ λοιπαὶ τῶν ἀσεβῶν αἱρέσεις κυριακὰ τὰ ἑαυτῶν σπήλαια καλεῖν ἐπιχειροῦσι)· μηδέ, ποῦ ἐστιν ἁπλῶς ἡ Ἐκκλησία· ἀλλά, ποῦ ἐστιν ἡ καθολικὴ Ἐκκλησία.

    Let the Marcionites also be hated, who stripped the words of the Old Testament away from the New.

    Since the word “church” is used of different things, as it is written of the crowd in the theater at Ephesus, “And when he had said this, he dismissed the assembly,” and since one might rightly and truly speak of a “church of evildoers,” I mean the gatherings of the heretics, the Marcionites and the Manichaeans and the rest: for this reason the Faith has now handed down to you, for your safety, the words “and in one holy catholic church,” so that you may flee their foul gatherings and remain always in the holy catholic church, in which you were born again. And if you ever stay in a strange city, do not simply ask where the Lord's house is (for the other sects of the ungodly also try to call their caves the Lord's houses), nor simply where the church is, but where the catholic church is.

    In Greek the word for “church” (ἐκκλησία) also means a public assembly, which is why Cyril quotes the assembly in the theater at Ephesus. The “church of evildoers” is from Psalm 26:5 (25:5 in the Greek). The second passage shows that in Cyril's day a traveler could find a Marcionite church in a city and mistake it for the catholic one.

    Epiphanius, Medicine Chest 42.1–4: Marcion's Life, Church and Teaching

    Μαρκίων, ἀφ’ οὗπερ οἱ Μαρκιωνισταί, ἐκ τούτου τοῦ προειρημένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς καὶ αὐτὸς μέγας ὄφις προῆλθεν τῷ βίῳ, πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς τρόπους προεστήσατο διδασκαλεῖον. ἡ δὲ αἵρεσις ἔτι καὶ νῦν ἔν τε Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳ τε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαΐδι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. μεγάλως γὰρ ὁ πονηρὸς ἐν αὐτῷ κατίσχυσε τὴν ἀπάτην.

    Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δέ φημι, Σινώπης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος. τὸν δὲ πρῶτον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχεν καὶ υἱὸς ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς ἐκκλησίας. χρόνου δὲ προϊόντος προσφθείρεται παρθένῳ τινὶ καὶ ἐξαπατήσας τὴν παρθένον ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε καὶ τὴν φθορὰν ἀπεργασάμενος ἐξεοῦται τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός. ἦν γὰρ αὐτοῦ ὁ πατὴρ δι’ ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν καὶ σφόδρα τὰ τῆς ἐκκλησίας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. πολλὰ δὲ δῆθεν ὁ Μαρκίων καθικετεύσας καὶ αἰτήσας μετάνοιαν οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἐκεῖνος, ἀλλ’ ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν. ὡς τοίνυν οὐκ ἔτυχε παρ’ αὐτοῦ διὰ τῆς κολακείας ὧν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν χλεύην ἀποδιδράσκει τῆς πόλεως τῆς αὐτοῦ καὶ ἄνεισιν εἰς τὴν Ῥώμην αὐτήν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ῥώμης (οὗτος δὲ ἔνατος ἦν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων), καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμωμένοις συμβαλὼν ᾔτει συναχθῆναι καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε. ζήλῳ λοιπὸν ἐπαρθείς, ὡς οὐκ ἀπείληφε τὴν προεδρίαν τε καὶ τὴν εἴσδυσιν τῆς ἐκκλησίας, ἐπινοεῖ ἑαυτῷ καὶ προσφεύγει τῇ τοῦ ἀπατεῶνος Κέρδωνος αἱρέσει.

    Καὶ ἄρχεται ὡς εἰπεῖν ἐξ αὐτῆς τῆς ἀρχῆς καὶ ὡς ἀπὸ θυρῶν τῶν ζητημάτων προτείνειν τοῖς κατ’ ἐκεῖνο καιροῦ πρεσβυτέροις τοῦτο τὸ ζήτημα λέγων· «εἴπατέ μοι, τί ἐστι τό· οὐ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή γε, καὶ τὸ πλήρωμα αἴρει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει. μεῖζον γὰρ σχίσμα γενήσεται.» καὶ ὡς τοῦτο ἤκουσαν οἱ ἐπιεικεῖς καὶ πανάγιοι τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πρεσβύτεροι καὶ διδάσκαλοι, τὸν τῆς ἀκολουθίας τε καὶ ἁρμονίας ἀποδιδόντες λόγον καὶ φράζοντες αὐτῷ μετὰ ἐπιεικείας ἔλεγον· τέκνον, τοῦτό ἐστιν ἀσκοὶ παλαιοί, αἱ τῶν Φαρισαίων καρδίαι καὶ γραμματέων, παλαιωθεῖσαι ἐν ἁμαρτήμασι καὶ μὴ δεξάμεναι τὸ κήρυγμα τοῦ εὐαγγελίου· καὶ τὸ ἱμάτιον τὸ παλαιόν, ὡς ὁ Ἰούδας παλαιωθεὶς ἐν φιλαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἁγίου καὶ ἐπουρανίου μυστηρίου τὸ τῆς ἐλπίδος κήρυγμα, καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις καὶ κληθεὶς ὑπ’ αὐτοῦ τοῦ κυρίου, περισσότερον σχίσμα ἔσχε δι’ ἑαυτοῦ, μηδενὸς αἰτίου αὐτῷ γενομένου. … ὁ δέ· οὐχ οὕτως, φησίν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων. ἐπειδὴ ⟨δὲ⟩ μὴ ἠθέλησαν αὐτὸν δέξασθαι, ⟨διὰ⟩ τοῦτο οὖν φανερῶς αὐτοῖς ἔλεγε· τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι; τῶν δὲ λεγόντων ὅτι οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πατρός σου τοῦτο ποιῆσαι· μία γάρ ἐστιν ἡ πίστις καὶ μία ἡ ὁμόνοια καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ πατρὶ δὲ σῷ, ζηλώσας λοιπὸν καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος καὶ εἰπὼν ὅτι «ἐγὼ σχίσω τὴν ἐκκλησίαν ὑμῶν καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα», ὡς τὰ ἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρόν, οὐ τὴν ἐκκλησίαν σχίσας ἀλλ’ ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας.

    Ἔλαβέ τε τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ ἀπατηλοῦ. καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς, προσθεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ’ ἐκεῖνον δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχάς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν· ἄλλον δὲ εἶναι ὁρατὸν θεὸν καὶ κτιστὴν καὶ δημιουργόν· διάβολον δὲ τρίτον ὡς εἰπεῖν καὶ μέσον τῶν δύο τούτων, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. τὸν δὲ κτιστὴν καὶ δημιουργὸν καὶ ὁρατὸν θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν. παρ’ αὐτῷ δὲ τῷ Μαρκίωνι καὶ παρθενία κηρύσσεται, νηστείαν δὲ κατὰ τὸ σάββατον κηρύττει. μυστήρια δὲ δῆθεν παρ’ αὐτῷ ἐπιτελεῖται τῶν κατηχουμένων ὁρώντων· ὕδατι δὲ οὗτος ἐν τοῖς μυστηρίοις χρῆται. τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· ἐπειδή, φησί, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἡ ἀνάπαυσις τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου, ἡμεῖς νηστεύσωμεν ταύτην, ἵνα μὴ τὸ καθῆκον τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργαζώμεθα. τὴν τῆς σαρκὸς δὲ ἀθετεῖ ἀνάστασιν, καθάπερ πολλαὶ τῶν αἱρέσεων· ψυχῆς δὲ ἀνάστασιν εἶναι λέγει καὶ ζωὴν καὶ σωτηρίαν μόνης.

    οὐ μόνον δὲ παρ’ αὐτῷ ἓν λουτρὸν δίδοται, ἀλλὰ καὶ ἕως τριῶν λουτρῶν καὶ ἐπέκεινα ἔξεστι διδόναι παρ’ αὐτοῖς τῷ βουλομένῳ, ὡς παρὰ πολλῶν ἀκήκοα. συμβέβηκε δὲ τοῦτο γενέσθαι αὐτῷ τὸ ἐφίεσθαι τρία ἢ καὶ πλείω λουτρὰ διδόσθαι, δι’ ἣν ὑπεῖχεν χλεύην παρὰ τῶν αὐτὸν ἐγνωκότων μαθητῶν αὐτοῦ ἐκ παραπτώματός τε καὶ φθορᾶς τῆς εἰς τὴν παρθένον γεγενημένης. ἐπειδὴ φθείρας ἐν τῇ ἑαυτοῦ πόλει τὴν παρθένον καὶ ἀποδράσας μὲν ἐν παραπτώματι μεγάλῳ εὑρέθη, ἐπενόησεν ὁ ἀγύρτης ἑαυτῷ δεύτερον λουτρόν, φήσας ὅτι ἔξεστιν ἕως τριῶν λουτρῶν τουτέστιν τριῶν βαπτισμῶν εἰς ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι, ἵν’ εἴ τις παρέπεσεν εἰς τὸ πρῶτον, λάβῃ δεύτερον μετανοήσας καὶ τρίτον ὡσαύτως, ἐὰν ἐν παραπτώματι μετὰ τὸ δεύτερον γένηται. … ὅτι, φησί, βαπτισθεὶς ὁ κύριος ὑπὸ τοῦ Ἰωάννου ἔλεγε τοῖς μαθηταῖς· «βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη τετέλεκα αὐτό;» καὶ πάλιν «ποτήριον ἔχω πιεῖν, καὶ τί θέλω εἰ ἤδη πληρώσω αὐτό;» καὶ οὕτω τὸ διδόναι πλείω βαπτίσματα ἐδογμάτισεν.

    Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸν νόμον ἀποβάλλει καὶ πάντας προφήτας, λέγων ἐκ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος τοὺς τοιούτους πεπροφητευκέναι. Χριστὸν δὲ λέγει ἄνωθεν ἀπὸ τοῦ ἀοράτου καὶ ἀκατονομάστου πατρὸς καταβεβηκέναι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν καὶ ἐπὶ ἐλέγχῳ τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ νόμου καὶ προφητῶν καὶ τῶν τοιούτων. καὶ ἄχρι Ἅιδου καταβεβηκέναι τὸν κύριον, ἵνα σώσῃ τοὺς περὶ Κάϊν καὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, Ἠσαῦ τε καὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐγνωκότα τὸν θεὸν τῶν Ἰουδαίων· τοὺς δὲ περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα, Δαυίδ τε καὶ Σολομῶντα ἐκεῖ καταλελοιπέναι, διότι ἐπέγνωσαν, φησί, τὸν θεὸν τῶν Ἰουδαίων, ὄντα ποιητὴν καὶ κτιστήν, καὶ τὰ καθήκοντα αὐτοῦ πεποιήκασι καὶ οὐχὶ τῷ θεῷ τῷ ἀοράτῳ ἑαυτοὺς προσανέθεντο. δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ βάπτισμα διδόναι. παρ’ αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα καὶ οὐδὲν ἕτερον, ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολμῶσιν. ἀνάστασιν δὲ ὡς εἶπον οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασιν. καὶ μεταγγισμοὺς ὁμοίως τῶν ψυχῶν καὶ μετενσωματώσεις ἀπὸ σωμάτων εἰς σώματα φάσκει.

    Marcion, from whom the Marcionites come, took his start from Cerdo, who was mentioned above, and he too came forth into the world as a great serpent. He deceived a great multitude, and the school he set up still stands to this day in many forms. The heresy is still found even now in Rome and in Italy, in Egypt and in Palestine, in Arabia and in Syria, in Cyprus and the Thebaid, and indeed in Persia and in other places as well. For the evil one has greatly strengthened the deceit through him.

    He was a native of Pontus, of Helenopontus I mean, from the city of Sinope, as the common report about him runs. In his early life he practiced virginity, as he made it seem; for he lived as a solitary, and the son of a bishop of our holy catholic church. But as time went on he had relations with a certain virgin, and by deceiving the virgin he drew both her and himself down from their hope. When he had committed the seduction, he was driven out of the church by his own father. For his father was one of the outstanding men, because of his exceeding piety, and took the greatest care for the church's affairs, and he was distinguished in the ministry of a bishop. Marcion pleaded much, they say, and asked to be allowed repentance, but he did not receive it from his own father. For the worthy old man and bishop was grieved, not only because Marcion had fallen, but because he had also brought disgrace on him. So when he did not get from him by flattery what he asked, being unable to bear the mockery of the many, he ran away from his own city and went up to Rome itself, after the death of Hyginus, the bishop of Rome (he was ninth from the apostles Peter and Paul). He met with the elders who were still living, who had been taught by the disciples of the apostles, and asked to be received into communion, and no one granted it to him. Then, puffed up with jealousy because he had not obtained the chief seat or entry into the church, he took counsel with himself and fled for refuge to the heresy of Cerdo the deceiver.

    And he begins, so to speak, from the very beginning, and as if from the doors of the questions, to put this question to the elders of that time, saying: “Tell me, what does this mean: ‘They do not put new wine into old wineskins, nor a patch of unshrunk cloth on an old garment; otherwise it takes away the fullness and will not agree with the old, for a greater tear will be made’?” When the gentle and most holy elders and teachers of God's holy church heard this, they gave him the account of how these things fit together, and explaining it to him with gentleness they said: “Child, the old wineskins are the hearts of the Pharisees and scribes, grown old in sins and not receiving the preaching of the gospel. And the old garment is like Judas, who, grown old in love of money, did not receive the preaching of hope of the new, holy and heavenly mystery, though he was joined to the eleven apostles and called by the Lord himself. He made a greater tear by his own doing, with no one else being the cause.” … But Marcion contradicted them: “Not so,” he says; “it means something other than this.” And since they would not receive him, he therefore said to them openly, “Why would you not receive me?” They said, “We cannot do this without the permission of your honored father; for the faith is one and the harmony is one, and we cannot oppose our good fellow minister, your father.” Then he became jealous, and rising to great anger and arrogance, he made the schism, setting himself up as head of the heresy and saying, “I will divide your church, and cast a division into it forever.” And truly he cast no small division, not by dividing the church but by dividing himself and those whom he persuaded.

    He took his start from Cerdo, who was mentioned before, a sorcerer and deceiver. For Cerdo too proclaims two first principles; but Marcion, adding something more than Cerdo, sets out another one besides, saying that there are three first principles. One is above, unnamable and invisible, which he chooses to call the good God, and which created nothing in the world. Another is a visible God, creator and maker. And the devil is third, so to speak, in the middle between these two, the visible and the invisible. The creator and maker and visible God is the God of the Jews, he says, and he is a judge. With Marcion virginity is preached, and he preaches fasting on the Sabbath. His so-called mysteries are celebrated in sight of the catechumens, and he uses water in the mysteries. He gives this reason for fasting on the Sabbath: “Since,” he says, “the rest belongs to the God of the Jews, who made the world and rested on the seventh day, let us fast on this day, so that we may not do what is fitting for the God of the Jews.” He rejects the resurrection of the flesh, as many of the heresies do, and says that there is a resurrection of the soul, and life and salvation for the soul alone.

    With him not only one washing is given; among them it is permitted to give as many as three washings, and more, to anyone who wishes, as I have heard from many. It came about that he allowed three or even more washings to be given because of the mockery he suffered from the disciples who knew him, for his fault and the seduction he had committed against the virgin. For after he had seduced the virgin in his own city and run away, he was found in great sin, and so the charlatan devised for himself a second washing. He said that it is permitted to give up to three washings, that is, three baptisms, for the forgiveness of sins, so that if anyone falls after the first, he may repent and receive a second, and likewise a third, if he falls into sin after the second. … For, he says, the Lord, after he was baptized by John, said to the disciples, “I have a baptism to be baptized with, and what do I want, if I have already accomplished it?” and again, “I have a cup to drink, and what do I want, if I shall already fulfill it?” And so he made the giving of several baptisms a doctrine.

    And not only this: he also rejects the law and all the prophets, saying that such men prophesied from the ruler who made the world. He says that Christ came down from above, from the invisible and unnamable Father, for the salvation of souls and to refute the God of the Jews and the law and the prophets and such things. And he says that the Lord went down as far as Hades to save those around Cain and Korah, Dathan and Abiram, and Esau, and all the nations that had not known the God of the Jews; but that he left there those around Abel and Enoch and Noah and Abraham and Isaac and Jacob and Moses, David and Solomon, because, he says, they acknowledged the God of the Jews, the maker and creator, and did what was fitting for him, and did not devote themselves to the invisible God. He also gives women permission to give baptism. For with them everything is full of mockery and nothing else, since they even dare to celebrate the mysteries in front of the catechumens. He speaks, as I said, of a resurrection not of bodies but of souls, and assigns salvation to souls and not to bodies. And he likewise speaks of souls being poured from one vessel into another and passing from body to body.

    Epiphanius's story of the seduced virgin and the bishop father is not found in earlier writers except for the short notice in Against All Heresies (chapter 8 of this book). Where the text says Marcion asked for “the chief seat” (προεδρία), Epiphanius seems to mean that he hoped for the office of bishop at Rome.

    Epiphanius, Medicine Chest 42.9.1–4: Marcion's Gospel and Apostle

    Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ’ αὐτοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳδιουργημένα. οὗτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν. οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν ὁ λυμηνάμενος ἑαυτὸν ⟨μᾶλλον⟩ ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων, ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτῳ τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἔχει δὲ καὶ ἐπιστολὰς παρ’ αὐτῷ τοῦ ἁγίου ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλὰ τινὰ αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται· ἄλλα δὲ συντάγματα ἀφ’ ἑαυτοῦ συνέταξε τοῖς ὑπ’ αὐτοῦ πλανωμένοις. αἱ δὲ ἐπιστολαὶ αἱ παρ’ αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλάτας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἕκτη πρὸς Θεσσαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολασσαεῖς, ἐνάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους· ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικέας λεγομένης μέρη.

    I will come now to what he has written, or rather what he has tampered with. For he has only the Gospel according to Luke, cut short at the beginning because of the Savior's conception and his coming in the flesh. And this man, who harmed himself more than the Gospel, not only cut off the beginning but also cut away many of the words of truth at the end and in the middle, and he has added other things besides what is written. He uses only this one form of the Gospel, the Gospel according to Luke. He also has ten letters of the holy Apostle, which are the only ones he uses, but not everything written in them: some parts of them he cuts away, and some chapters he has altered. These two books he uses; and he has composed other writings of his own for those whom he leads astray. The letters that he is said to have are these: first, to the Galatians; second, to the Corinthians; third, the second to the Corinthians; fourth, to the Romans; fifth, to the Thessalonians; sixth, the second to the Thessalonians; seventh, to the Ephesians; eighth, to the Colossians; ninth, to Philemon; tenth, to the Philippians. He also has parts of the letter called “to the Laodiceans.”

    The angle brackets around the Greek word ⟨μᾶλλον⟩ mean that the editor supplied it.

    The Theodosian Code 16.5.65: The Law of 428

    The emperors Theodosius II and Valentinian III issued this law on May 30, 428, and addressed it to Florentius, the praetorian prefect of the East, the highest official over the eastern provinces.

    Post haec, quoniam non omnes eadem austeritate plectendi sunt, Arrianis quidem, Macedonianis et Apollinarianis, quorum hoc est facinus, quod nocenti meditatione decepti credunt de veritatis fonte mendacia, intra nullam civitatem ecclesiam habere liceat; Novatianis autem et Sabbatianis omnis innovationis adimatur licentia, si quam forte temptaverint; Eunomiani vero, Valentiniani, Montanistae seu Priscillianistae, Fryges, Marcianistae, Borboriani, Messaliani, Euchitae sive Enthusiastae, Donatistae, Audiani, Hydroparastatae, Tascodrogitae, Fotiniani, Pauliani, Marcelliani et qui ad imam usque scelerum nequitiam pervenerunt Manichaei nusquam in Romano solo conveniendi orandique habeant facultatem.

    Further, since not all are to be punished with the same severity: the Arians, Macedonians and Apollinarians, whose crime is that, deceived by harmful thinking, they believe lies drawn from the fountain of truth, shall not be allowed to have a church within any city. From the Novatians and Sabbatians let all license for innovation be taken away, if they should attempt any. But the Eunomians, the Valentinians, the Montanists or Priscillianists, the Phrygians, the Marcianists, the Borborians, the Messalians, the Euchites or Enthusiasts, the Donatists, the Audians, the Hydroparastatae, the Tascodrogitae, the Photinians, the Paulians, the Marcellians, and the Manichaeans, who have come to the very bottom of wickedness, shall have no right anywhere on Roman soil to assemble and to pray.

    The name is spelled “Marcianistae” in the Code. It is usually taken to mean the Marcionites, though some scholars think it may refer to another group.

    Theodoret, Church History 5.31: John Chrysostom and the Marcionite Villages

    Theodoret is describing the care of John Chrysostom, bishop of Constantinople from 398 to 404, for distant churches.

    Ἐν τῇ χώρᾳ δὲ τῇ ἡμετέρᾳ τὴν Μαρκίωνος νόσον κώμαις τισὶν ἐπισκῆψαι μαθών, ἐπέστειλε τῷ τηνικαῦτα ποιμαίνοντι, καὶ προτρέπων ἐξελάσαι τὴν νόσον καὶ τὴν ἀπὸ τῶν βασιλικῶν νόμων ἐπικουρίαν ὀρέγων.

    And learning that the disease of Marcion had fallen upon some villages in our own country, he wrote to the man who was shepherding it at that time, urging him to drive out the disease and offering him the help of the imperial laws.

    Theodoret, Religious History 21: The Demon Who Spoke Syriac

    This passage comes from Theodoret's life of James, a hermit near Cyrrhus, whose prayers Theodoret believed had protected him.

    Μαρκίων ὁ βδελυρὸς πολλὰς ἀσεβείας ἀκάνθας εἰς τὴν χώραν τῆς Κύρρου κατέσπειρε πόλεως. Ταύτας ἀνασπᾶν προρρίζους πειρώμενος, πάντα κάλων, τὸ λεγόμενον, ἐκίνουν, καὶ πάσῃ μηχανῇ χρώμενος διετέλουν. Οἱ δὲ τῆς δι’ ἐμοῦ θεραπείας ἀπολαύοντες, ἀντὶ τοῦ ἀγαπᾶν με, προφητικῶς εἰπεῖν, ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· καὶ γοητικαῖς χρώμενοι μαγγανείαις, καὶ δαίμοσι πονηροῖς συνεργοῖς κεχρημένοι, ἀοράτως πολεμεῖν ἐπειρῶντο. Καί ποτε νύκτωρ ἧκέ τις βοῶν ἀλιτήριος δαίμων, καὶ τῇ Σύρᾳ κεχρημένος φωνῇ· Τί πολεμεῖς, ὁ δεῖνα, Μαρκίωνι; τί δήποτε δὲ τὴν πρὸς τοῦτον ἀναδέδεξαι μάχην; τί σοι λυπηρὸν εἰργάσατο πώποτε; Λῦσον τὸν πόλεμον, κατάπαυσον τὴν δυσμένειαν· ἢ τῇ πείρᾳ μαθήσει ὅσον καλὸν ἡσυχία. Εὖ ἴσθι γάρ, ὡς πάλαι ἄν σε κατηκόντισα, εἰ μὴ τὸν τῶν μαρτύρων χορὸν σὺν Ἰακώβῳ φρουροῦντά σε ἑώρων.

    The loathsome Marcion sowed many thorns of impiety in the country of the city of Cyrrhus. Trying to pull them up by the roots, I moved every rope, as the saying goes, and kept on using every means. But those who were receiving care through me, instead of loving me, to speak with the prophet, slandered me, and set evil against me in return for good, and hatred in return for my love. They used the tricks of sorcery and took wicked demons as their helpers, and tried to make war on me unseen. And once at night a cursed demon came shouting, speaking in the Syriac language: “Why are you making war on Marcion, you there? Why have you ever taken up the fight against him? What harm has he ever done you? Stop the war, end the hostility, or you will learn by experience how good it is to keep quiet. For know well that I would have shot you down long ago, if I had not seen the choir of the martyrs with James guarding you.”

    Theodoret goes on to tell how James foretold, in a vision of a fiery serpent, the winning of a Marcionite village. When Theodoret came to it, its people met him armed, then scattered and let him in.

    καὶ παραυτίκα εὕρομεν ὄφιν ἐξ ὕλης χαλκοῦ πεποιημένον, καὶ ὑπ’ ἐκείνων προσκυνούμενον. Τὸν γὰρ κατὰ τοῦ Δημιουργοῦ καὶ Ποιητοῦ τῶν ὅλων προφανῶς ἀναδεξάμενον πόλεμον, τὸν ἐπάρατον ὄφιν, ὡς ἐκείνου πολέμιον, θεραπεύειν ἐσπούδαζον.

    … Ἱκέτευον αὐτὸν ἀντιβολῆσαι τὸν τῶν ὅλων Θεόν, καθαρόν μοι ζιζανίων ἀποφῆναι τὸ λήϊον, καὶ τῶν αἱρετικῶν σπερμάτων πάμπαν ἐλευθερῶσαι. Ἠνία γάρ με κομιδῇ ἡ τοῦ βδελυροῦ Μαρκίωνος ἐπὶ πλεῖστον διακρατήσασα πλάνη.

    And at once we found a serpent made of bronze, which they worshiped. For they were eager to honor the accursed serpent, which had openly taken up war against the Creator and Maker of all things, as being his enemy.

    … I begged him to entreat the God of all to make my field clean of tares for me, and to free it entirely from the seeds of heresy. For the error of the loathsome Marcion, which held sway very widely, grieved me deeply.

    Theodoret, Religious History 22: The Village of Tillima

    Τιλλίμα κώμη τίς ἐστι παρ’ ἡμῖν, πάλαι μὲν τῆς Μαρκίωνος ἀσεβείας δεξαμένη τὰ σπέρματα, νῦν δὲ τῆς εὐαγγελικῆς ἀπολαύουσα γεωργίας.

    Tillima is a village in our country which once received the seeds of Marcion's impiety, but now enjoys the gospel's farming.

    Theodoret, Compendium of Heretical Fables 1.24: Cerdo and Marcion

    Theodoret wrote his Compendium of Heretical Fables around 453. Unlike most catalogues of heresies, this account rests in part on what he had seen himself among the Marcionites of his own diocese.

    Μαρκίων δέ, καὶ Κέρδων ὁ τούτου διδάσκαλος, καὶ αὐτοὶ μὲν ἐκ τῆς Σίμωνος ἐξαπάτης ἔλαβον τῆς βλασφημίας τὰς ἀφορμάς, ἀλλ’ ἑτέραν ἐκαινοτόμησαν ἀσεβείας ὁδόν. Ὁ γὰρ δὴ Κέρδων ἐγένετο μὲν ἐπὶ Ἀντωνίνου τοῦ πρώτου, ἔφη δὲ ἄλλον εἶναι Θεὸν τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄγνωστον τοῖς προφήταις, ἄλλον δὲ τοῦ παντὸς ποιητήν, καὶ τοῦ νόμου τοῦ Μωσαϊκοῦ νομοθέτην· καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. Ὁ μὲν γὰρ ἐν τῷ νόμῳ, φησίν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν παρεγγυᾷ· ὁ δὲ ἀγαθὸς ἐν τοῖς Εὐαγγελίοις κελεύει τῷ ῥαπίζοντι τὴν σιαγόνα τὴν δεξιάν, στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ τὸν χιτῶνα βουλομένῳ λαβεῖν, προσδοῦναι καὶ τὸ ἱμάτιον. Καὶ ὁ μὲν ἐν τῷ νόμῳ προσέταξεν ἀγαπᾶν τὸν φίλον, καὶ μισεῖν τὸν ἐχθρόν· ὁ δὲ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν ἀγαπᾶν. Καὶ οὐ σύνοιδεν ὁ λίαν ἐμβρόντητος, ὡς καὶ ἐν τῷ νόμῳ διαγορεύει τὸν πλανώμενον τοῦ ἐχθροῦ βοῦν ἐπανάγειν, καὶ τὸ πεπτωκὸς κτῆνος συνανιστάναι, καὶ μὴ περιορᾶν τὸν ἐχθρὸν βοηθείας δεόμενον· καὶ ὡς ὁ παρ’ αὐτοῦ μόνος καλούμενος ἀγαθὸς τῷ μωρὸν καλοῦντι τὸν ἀδελφὸν ἠπείλησε γέενναν· καὶ δεικνὺς ἑαυτὸν δίκαιον εἶπεν· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Ἀλλὰ τὸ ταῦτα διελέγχειν οὐ τοῦ παρόντος καιροῦ· ἄλλως τε καὶ τοῖς τὰς θείας ἀνεγνωκόσι Γραφὰς εὐφώρατος ἄγαν ἡ βλασφημία.

    Ὁ δὲ Μαρκίων ὁ Ποντικός, ταῦτα παρὰ Κέρδωνος παιδευθείς, οὐκ ἔστερξε τὴν παραδοθεῖσαν διδασκαλίαν, ἀλλ’ ηὔξησε τὴν ἀσέβειαν. Τέτταρας γὰρ ἀγεννήτους οὐσίας τῷ λόγῳ διέπλασε· καὶ τὸν μὲν ἐκάλεσεν ἀγαθόν τε καὶ ἄγνωστον, ὃν καὶ πατέρα προσηγόρευσε τοῦ Κυρίου· τὸν δὲ δημιουργόν τε καὶ δίκαιον, ὃν καὶ πονηρὸν ὠνόμαζε· καὶ πρὸς τούτοις τὴν ὕλην, κακήν τε οὖσαν, καὶ ὑπ’ ἄλλῳ κακῷ τελοῦσαν. Τὸν δὲ δημιουργὸν περιγενόμενον τοῦ κακοῦ, τὴν ὕλην λαβεῖν τε καὶ ἐκ ταύτης δημιουργῆσαι τὰ σύμπαντα· ἐκ μὲν τοῦ καθαρωτάτου, τὸν οὐρανόν, ἐκ δὲ τοῦ λοιποῦ, τὰ στοιχεῖα τὰ τέτταρα, ἐκ δὲ τῆς ὑποστάθμης, τὸν ᾅδην καὶ τὸν τάρταρον. Πάλιν δὲ τῆς γῆς τὸ καθαρώτατον διηθήσας, κατεσκεύασε, φησί, τὸν παράδεισον· ἐκ δὲ τούτου βῶλον μίαν λαβών, ἔπλασε τὸν Ἀδάμ, ἐκ τῆς οἰκείας οὐσίας δεδωκὼς αὐτῷ τὴν ψυχήν. Ἐντεῦθεν, φησίν, ἡ διαμάχη τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος, τοῦ μὲν σώματος πρὸς τὴν ὕλην ἐκείνην κατασύραι ταύτην φιλονεικοῦντος, τῆς δὲ ψυχῆς ἀνελκύσαι πρὸς τὸν Δημιουργὸν πειρωμένης τὸ σῶμα. Οὗτοι καὶ τὸν ὄφιν ἀγαθώτερον εἶναι τοῦ Δημιουργοῦ λέγειν τολμῶσιν. Ὁ μὲν γὰρ τοῦ τῆς γνώσεως φυτοῦ μεταλαβεῖν διεκώλυσεν, ὁ δὲ μάλα προέτρεψε. Καὶ οὐ συνεῖδον οἱ δυσσεβεῖς, ὡς ἡ τοῦ ὄφεως συμβουλὴ τὸν θάνατον ἀπεκύησεν. Αὐτίκα τοίνυν τινὲς αὐτῶν καὶ τιμῶσι τὸν ὄφιν. Καὶ εὗρον ἔγωγε παρ’ αὐτοῖς ὄφιν χαλκοῦν ἔν τινι κιβωτίῳ μετὰ τῶν μυσαρῶν αὐτῶν ἐγκείμενον μυστηρίων. Οὐ μόνον δὲ τὸν Ποιητὴν βλασφημοῦσιν, ἀλλὰ καὶ τοὺς πατριάρχας καὶ τοὺς προφήτας παρανόμους ἀποκαλοῦσιν, ἵνα τὸν Δημιουργὸν ἀποδείξωσι πονηρῶν ἐραστήν.

    Οὗτος ἐκ μὲν τῶν Εὐαγγελίων τὸ κατὰ Λουκᾶν ἐδέξατο μόνον, καὶ τὴν γενεαλογίαν περικόψας τὰ πλεῖστα· τὸν δὲ νόμον, καὶ τοὺς προφήτας, καὶ τὴν Παλαιὰν πᾶσαν ἐκβέβληκεν, ὡς ὑπ’ ἀλλοτρίου δεδομένην Θεοῦ. Κατεληλυθέναι δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγει, ἵνα τῆς τοῦ Δημιουργοῦ δουλείας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐλευθερώσῃ· δόξαι δὲ εἶναι ἄνθρωπον, οὐδὲν ἀνθρώπινον ἔχοντα, καὶ δόξαι παθεῖν οὐδαμῶς πεπονθότα. Ἐκβέβληκε δὲ καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, ἀδύνατον γενέσθαι ταύτην ὑπολαμβάνων. Οὗτος τὸν μὲν Κάϊν, καὶ τοὺς Σοδομίτας, καὶ τοὺς ἄλλους δυσσεβεῖς ἅπαντας σωτηρίας ἔφησεν ἀπολελαυκέναι, προσεληλυθότας ἐν τῷ ᾅδῃ τῷ Σωτῆρι Χριστῷ, καὶ εἰς τὴν βασιλείαν ἀναληφθῆναι· τὸν δὲ Ἄβελ, καὶ τὸν Ἑνώχ, καὶ τὸν Νῶε, καὶ τοὺς πατριάρχας τε καὶ τοὺς λοιποὺς προφήτας, καὶ τοὺς δικαίους, οὐ μεταλαχεῖν τῆς ἐκείνοις δεδομένης ἐλευθερίας, προσδραμεῖν αὐτῷ μὴ βουληθέντας. Οὗ δὴ χάριν, φησί, καὶ τὸν ᾅδην οἰκεῖν κατεκρίθησαν. Τοιαῦτα ὁ Μαρκίων κατὰ τοῦ πεποιηκότος ἐλύττησε, μᾶλλον δὲ καὶ τούτων πολλῷ χαλεπώτερα· τὰς γὰρ μείζονας βλασφημίας σιγῇ παραδέδωκα.

    Οἶδα δὲ τούτων ἕνα τινὰ πρεσβύτην ἐνενηκοντούτην, ὃς ἕωθεν ἀνιστάμενος τῷ τοῦ πτύσματος περιττώματι τὸ οἰκεῖον ἀπένιπτε πρόσωπον, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἔφησεν ὡς οὐ βούλεται δεηθῆναι τοῦ Δημιουργοῦ, καὶ ὕδωρ ἐκ τῶν ἐκείνου ποιημάτων λαβεῖν. Τῶν δὲ παρόντων εἰρηκότων· Πῶς οὖν ἐσθίεις, καὶ πίνεις, καὶ περιβάλλῃ, καὶ καθεύδεις, καὶ τὰ νομιζόμενα ἐπιτελεῖς μυστήρια; ὑπολαβὼν ἐξ ἀνάγκης εἶπε τοῦτο ποιεῖν, διὰ τὸ ἑτέρως μήτε ζῆν δύνασθαι, μήτε τελεῖν τὰ μυστήρια. Καὶ ὡμολόγει ἄκων ὁ μεμηνώς, μηδὲν ἔχειν τὸν ὑπ’ αὐτοῦ καλούμενον ἀγαθόν, ἀλλὰ πάντων ἀπολαύειν τῶν ἀγαθῶν ἐκ τῶν τοῦ Δημιουργοῦ ποιημάτων. Ἐγὼ δὲ τὰ πλεῖστα καταλιπών, ἐπὶ τὰ συνεχῆ τῆς γραφῆς μεταβήσομαι. Καὶ γὰρ οὗτος πάλιν ὁ σύλλογος εἰς πολλὰ τμήματα διῃρέθη.

    Marcion, and Cerdo his teacher, also took the starting points of their blasphemy from the deceit of Simon, but they opened up a new road of impiety. For Cerdo lived under the first Antoninus, and said that there is one God who is the Father of our Lord Jesus Christ, unknown to the prophets, and another who is the maker of the universe and the giver of the law of Moses; and that the one is just and the other good. For the one in the law, he says, commands an eye to be struck out for an eye and a tooth for a tooth; but the good one in the Gospels commands that one turn the other cheek as well to the man who strikes the right cheek, and give the cloak as well to the man who wants to take the tunic. And the one in the law ordered people to love their friend and hate their enemy; but the other commanded them to love even their enemies. And the thunderstruck fool does not know that in the law too it is commanded to bring back an enemy's ox when it strays, to help raise his fallen beast, and not to neglect an enemy who needs help; and that the one whom alone he calls good threatened with Gehenna the man who calls his brother a fool, and showed himself just when he said, “With the measure you measure, it will be measured to you in return.” But refuting these things is not for the present occasion; besides, the blasphemy is very easy to detect for those who have read the divine Scriptures.

    Marcion of Pontus, who had been taught these things by Cerdo, was not content with the teaching handed down to him, but increased the impiety. For in his account he shaped four unbegotten beings. One he called good and unknown, and he also named him the Father of the Lord. Another he called the creator and just, and he also named him evil. And besides these there was matter, which is evil and is under another evil one. The creator, he says, overcame the evil one, took matter, and made all things from it: from its purest part, heaven; from the rest, the four elements; and from its dregs, Hades and Tartarus. Again, he says, the creator strained out the purest part of the earth and made paradise; and taking one clod from it, he fashioned Adam, giving him a soul from his own substance. That, he says, is the source of the battle between soul and body, the body striving to drag the soul down to that matter, and the soul trying to draw the body up to the Creator. These men even dare to say that the serpent is better than the Creator. For the one forbade them to partake of the tree of knowledge, but the other urged them strongly to it. And the ungodly do not see that the serpent's advice gave birth to death. So in fact some of them even honor the serpent. And I myself found among them a bronze serpent, lying in a little chest with their foul mysteries. Not only do they blaspheme the Maker; they also call the patriarchs and the prophets lawless, so as to show that the Creator is a lover of the wicked.

    Of the Gospels he accepted only the one according to Luke, cutting away the genealogy and most things besides. The law and the prophets and the whole Old Testament he threw out, as having been given by a foreign God. He says that our Lord Jesus Christ came down to set those who believed in him free from the Creator's slavery; that he seemed to be a man, though he had nothing human about him, and seemed to suffer, though he did not suffer at all. He also threw out the resurrection of bodies, supposing that it cannot happen. He said that Cain and the Sodomites and all the other ungodly enjoyed salvation, since they came to Christ the Savior in Hades and were taken up into the kingdom; but that Abel and Enoch and Noah, the patriarchs and the rest of the prophets and the righteous, did not share in the freedom given to the others, because they were not willing to run to him; and for this reason, he says, they were condemned to dwell in Hades. Such were Marcion's mad ravings against the one who made us, and others much worse than these, for I have passed over the greater blasphemies in silence.

    I knew one of them, an old man of ninety, who on rising in the morning used to wash his face with his own spittle. When he was asked why, he said that he did not wish to need the Creator or to take water from the Creator's works. When those present said, “How then do you eat and drink and clothe yourself and sleep and celebrate the mysteries you hold?”, he answered that he did this out of necessity, since otherwise he could neither live nor celebrate the mysteries. And the madman confessed against his will that the one he called good has nothing, and that he himself enjoyed all good things from the works of the Creator. But I will leave most of this aside and pass on to what follows in my account. For this company too was divided into many parts.

    Where the text says “cutting away the genealogy and most things besides,” the printed Greek lacks the word “and” (καὶ), and the editor suggests that it has fallen out. Without it the Greek says that Marcion cut away most of the genealogy.

    Theodoret, Compendium of Heretical Fables 1.25: Apelles, Potitus, Prepon and the Rest

    Ἀπελλῆς μὲν γὰρ τοῖς τοῦ Μαρκίωνος ἀγεννήτοις καὶ ἕτερον προστέθεικε Πύρινον. Οὗτος καὶ ἕτερον βιβλίον συνθεὶς, Φιλουμένης προφητείαν ὠνόμασε. Καὶ τῷ Χριστῷ δὲ περιτέθεικε σῶμα, οὐκ ἀνθρώπειον, ἀλλ’ ἐκ τῆς τοῦ κόσμου οὐσίας. Πότιτος δέ, καὶ Βλάστος, καὶ Σύνερως, καὶ Πρέπων, καὶ Πίθων, διαφόρων διδασκαλιῶν προέστησαν· οὗτοι δὲ πάντες τὰς ἀφορμὰς ἐκ τῆς Μαρκίωνος ἐσχήκασιν βλασφημίας. Πλεῖστοι μέντοι κατὰ τῆσδε τῆς ἀσεβείας συνέγραψαν. Καὶ γὰρ Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς, καὶ Θεόφιλος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, καὶ Φίλιππος ὁ Γορτύνης ἐπίσκοπος, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ἐπίσκοπος Λουγδούνου, καὶ Μόδεστος, καὶ Ὠριγένης, καὶ Ῥόδων, καὶ Ἀδαμάντιος, καὶ Ἱππόλυτος, καὶ ὁ Ἐμεσηνὸς Εὐσέβιος, καὶ πάντες ἄριστα καὶ σοφώτατα τῆς βλασφημίας τὴν λύτταν διήλεγξαν.

    Apelles added another, fiery principle to Marcion's unbegotten ones. He also composed another book, which he called the Prophecy of Philumene. And he gave Christ a body, not a human one, but one made of the substance of the world. Potitus, Blastus, Syneros, Prepon and Pithon led different teachings; but all of them took their starting points from Marcion's blasphemy. Very many, however, wrote against this impiety: Justin the philosopher and martyr, Theophilus the bishop of Antioch, Philip the bishop of Gortyna, Irenaeus the bishop of Lyon, whom we mentioned before, Modestus, Origen, Rhodon, Adamantius, Hippolytus and Eusebius of Emesa; and all of them refuted the madness of the blasphemy excellently and most wisely.

    Theodoret, Letters 81, 113 and 145: The Marcionites of Cyrrhus Won Over

    In these letters, written while he was under attack in the disputes of the late 440s, Theodoret points to his work among the Marcionites of his diocese. Letter 81 is to the consul Nomus, written in 448; Letter 113 is to Leo, bishop of Rome, written in 449; and Letter 145 is to the monks of Constantinople.

    Καὶ ἵνα ταῦτα καταλίπω, κώμας ὀκτὼ τῆς Μαρκίωνος, καὶ τὰς πέριξ κειμένας, ἀσμένας πρὸς τὴν ἀλήθειαν ἐποδήγησα.

    Ἓξ γὰρ καὶ εἴκοσιν ἔτη τὴν ἐγχειρισθεῖσάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς Ἀνατολῆς προέδρου, οὐκ ἐπὶ τῶν μετ’ ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμεινα, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους μὲν ἢ χιλίας ψυχὰς ἠλευθέρωσα τῆς Μαρκίωνος νόσου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου συμμορίας προσήγαγον τῷ Δεσπότῃ Χριστῷ.

    Ἐγὼ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τοῦ Μαρκίωνος τὴν λύμην δεξαμένοις προσέφερον ἀποδείξεις (καὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι), ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμοπίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει.

    Letter 81: And, to leave these things aside, I led eight villages of Marcion's people, and those lying around them, gladly into the truth.

    Letter 113: For twenty-six years I have guided the church entrusted to me by the God of all, through your prayers, and neither under the most blessed Theodotus, the chief bishop of the East, nor under those who succeeded him on the throne of Antioch, did I suffer the slightest blame. Rather, with the grace of God working with me, I freed more than a thousand souls from the disease of Marcion, and brought many others from the company of Arius and Eunomius to Christ the Master.

    Letter 145: I weep and lament that the proofs I used to bring before those who had taken in the corruption of Marcion (and by God's grace I persuaded more than ten thousand of them and brought them to most holy baptism), this disease that has fallen on us now forces me to bring before those who were thought to share our faith.